Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.562 Joseph. BJ 2.568 (English) >>Joseph. BJ 2.573

2.566

Εἰς δὲ τὴν Ἰδουμαίαν ἑτέρους ἐπελέξαντο στρατηγοὺς Ἰησοῦν υἱὸν Σαπφᾶ τῶν ἀρχιερέων ἕνα καὶ Ἐλεάζαρον ἀρχιερέως υἱὸν Νέου· τῷ δʼ ἄρχοντι τότε τῆς Ἰδουμαίας Νίγερι, γένος δʼ ἦν ἐκ τῆς περὶ Ἰορδάνην Περαίας, διὸ καὶ Περαΐτης ἐκαλεῖτο, προσέταξαν ὑποτάσσεσθαι τοῖς στρατηγοῖς. 2.567ἠμέλουν δὲ οὐδὲ τῆς ἄλλης χώρας, ἀλλʼ εἰς μὲν Ἱεριχοῦν Ἰώσηπος Σίμωνος, εἰς δὲ τὴν Περαίαν Μανασσῆς, Θαμνᾶ δὲ τοπαρχίας Ἰωάννης Ἐσσαῖος στρατηγήσων ἐπέμφθη· προσκεκλήρωτο δʼ αὐτῷ Λύδδα καὶ Ἰόππη καὶ Ἀμμαοῦς. 2.568τῆς δὲ Γοφνιτικῆς καὶ Ἀκραβεττηνῆς Ἀνανίου Ἰωάννης ἡγεμὼν ἀποδείκνυται καὶ τῆς Γαλιλαίας ἑκατέρας Ἰώσηπος Ματθίου· προσώριστο δὲ τῇ τούτου στρατηγίᾳ καὶ Γάμαλα τῶν ταύτῃ πόλεων ὀχυρωτάτη. 2.569

Τῶν μὲν οὖν ἄλλων στρατηγῶν ἕκαστος ὡς εἶχεν προθυμίας συνέσεως διῴκει τὰ πεπιστευμένα· Ἰώσηπος δὲ εἰς τὴν Γαλιλαίαν ἐλθὼν πρῶτον ἐφρόντισεν τῆς εἰς ἑαυτὸν εὐνοίας τῶν ἐπιχωρίων, εἰδὼς ὅτι ταύτῃ πλεῖστα κατορθώσει, κἂν τἆλλα διαμαρτάνῃ. 2.570συνιδὼν δὲ ὅτι τοὺς μὲν δυνατοὺς οἰκειώσεται μεταδιδοὺς τῆς ἐξουσίας αὐτοῖς, τὸ δὲ πᾶν πλῆθος εἰ διʼ ἐπιχωρίων καὶ συνήθων τὰ πολλὰ προστάσσοι, τῶν μὲν γηραιῶν ἑβδομήκοντα τοὺς σωφρονεστάτους ἐπιλέξας ἐκ τοῦ ἔθνους κατέστησεν ἄρχοντας ὅλης τῆς Γαλιλαίας,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.562 Joseph. BJ 2.568 (English) >>Joseph. BJ 2.573

Powered by PhiloLogic